Job 31

1διαθήκην ἐθέμην τοῖς ὀφθαλμοῖς μου καὶ οὐ συνήσω ἐπὶ παρθένον. 2καὶ τί ἐμέρισεν θεὸς ἀπάνωθεν καὶ κληρονομία ἱκανοῦ ἐξ ὑψίστων; 3οὐχὶ ἀπώλεια τῷ ἀδίκῳ καὶ ἀπαλλοτρίωσις τοῖς ποιοῦσιν ἀνομίαν; 4οὐχὶ αὐτὸς ὄψεται ὁδόν μου καὶ πάντα τὰ διαβήματά μου εξαριθμησεται 5εἰ δὲ ἤμην πεπορευμένος μετὰ γελοιαστῶν, εἰ δὲ καὶ ἐσπούδασεν πούς μου εἰς δόλον, 6ἱσταίη με ἄρα ἐν ζυγῷ δικαίῳ, οἶδεν δὲ κύριος τὴν ἀκακίαν μου. 7εἰ ἐξέκλινεν πούς μου, ἐκ τῆς ὁδοῦ, εἰ δὲ καὶ τῷ ὀφθαλμῷ ἐπηκολούθησεν καρδία μου εἰ δὲ καὶ ταῖς χερσίν μου ἡψάμην δώρων, 8σπείραιμι ἄρα καὶ ἄλλοι φάγοισαν, ἄρριζος δὲ γενοίμην ἐπὶ γῆς. 9εἰ ἐξηκολούθησεν καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου, εἰ καὶ ἐγκάθετος ἐγενόμην ἐπὶ θύραις αὐτῆς, 10ἀρέσαι ἄρα καὶ γυνή μου ἑτέρῳ, τὰ δὲ νήπιά μου ταπεινωθείη· 11θυμὸς γὰρ ὀργῆς ἀκατάσχετος τὸ μιᾶναι ἀνδρὸς γυναῖκα· 12πῦρ γάρ ἐστιν καιόμενον ἐπὶ πάντων τῶν μερῶν, οὗ δ' ἂν ἐπέλθῃ, ἐκ ῥιζῶν ἀπώλεσεν. 13εἰ δὲ καὶ ἐφαύλισα κρίμα θεράποντός μου θεραπαίνης κρινομένων αὐτῶν πρός με, 14τί γὰρ ποιήσω, ἐὰν ἔτασίν μου ποιήσηται κύριος; ἐὰν δὲ καὶ ἐπισκοπήν, τίνα ἀπόκρισιν ποιήσομαι; 15πότερον οὐχ ὡς καὶ ἐγὼ ἐγενόμην ἐν γαστρί, καὶ ἐκεῖνοι γεγόνασιν; γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ. 16ἀδύνατοι δὲ χρείαν, ἥν ποτ εἶχον, οὐκ ἀπέτυχον, χήρας δὲ τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα. 17εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος καὶ οὐχὶ ὀρφανῷ μετέδωκα· 18ὅτι ἐκ νεότητός μου ἐξέτρεφον ὡς πατὴρ καὶ ἐκ γαστρὸς μητρός μου ωδηγησα 19εἰ δὲ καὶ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον καὶ οὐκ ἠμφίασα, 20ἀδύνατοι δὲ εἰ μὴ εὐλόγησάν με, ἀπὸ δὲ κουρᾶς ἀμνῶν μου ἐθερμάνθησαν οἱ ὦμοι αὐτῶν, 21εἰ ἐπῆρα ὀρφανῷ χεῖρα πεποιθὼς ὅτι πολλή μοι βοήθεια περίεστιν, 22ἀποσταίη ἄρα ὦμός μου ἀπὸ τῆς κλειδός, δὲ βραχίων μου ἀπὸ τοῦ ἀγκῶνός μου συντριβείη. 23φόβος γὰρ κυρίου συνέσχεν με, καὶ ἀπὸ τοῦ λήμματος αὐτοῦ οὐχ ὑποίσω. 24εἰ ἔταξα χρυσίον ἰσχύν μου, εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποίθησα, 25εἰ δὲ καὶ εὐφράνθην πολλοῦ πλούτου μοι γενομένου, εἰ δὲ καὶ ἐπ' ἀναριθμήτοις ἐθέμην χεῖρά μου, 26 οὐχ ὁρῶ μὲν ἥλιον τὸν ἐπιφαύσκοντα ἐκλείποντα, σελήνην δὲ φθίνουσαν; οὐ γὰρ ἐπ' αὐτοῖς ἐστιν. 27καὶ εἰ ἠπατήθη λάθρᾳ καρδία μου, εἰ δὲ καὶ χεῖρά μου ἐπιθεὶς ἐπὶ στόματί μου ἐφίλησα, 28καὶ τοῦτό μοι ἄρα ἀνομία μεγίστη λογισθείη, ὅτι ἐψευσάμην ἐναντίον κυρίου τοῦ ὑψίστου. 29εἰ δὲ καὶ ἐπιχαρὴς ἐγενόμην πτώματι ἐχθρῶν μου καὶ εἶπεν καρδία μου Εὖγε, 30ἀκούσαι ἄρα τὸ οὖς μου, τὴν κατάραν μου θρυληθείην δὲ ἄρα ὑπὸ λαοῦ μου κακούμενος. 31εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θεράπαιναί μου Τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι; λίαν μου χρηστοῦ ὄντος· 32ἔξω δὲ οὐκ ηὐλίζετο ξένος, δὲ θύρα μου παντὶ ἐλθόντι ἀνέῳκτο. 33εἰ δὲ καὶ ἁμαρτὼν ἀκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου, 34οὐ γὰρ διετράπην πολυοχλίαν πλήθους τοῦ μὴ ἐξαγορεῦσαι ἐνώπιον αὐτῶν, εἰ δὲ καὶ εἴασα ἀδύνατον ἐξελθεῖν θύραν μου κόλπῳ κενῷ, 35τίς δῴη ἀκούοντά μου; χεῖρα δὲ κυρίου εἰ μὴ ἐδεδοίκειν, συγγραφὴν δέ, ἣν εἶχον κατά τινος, 36ἐπ' ὤμοις ἂν περιθέμενος στέφανον ἀνεγίνωσκον, 37καὶ εἰ μὴ ῥήξας αὐτὴν ἀπέδωκα οὐθὲν λαβὼν παρὰ χρεοφειλέτου, 38εἰ ἐπ' ἐμοί ποτε γῆ ἐστέναξεν, εἰ δὲ καὶ οἱ αὔλακες αὐτῆς ἔκλαυσαν ὁμοθυμαδόν, 39εἰ δὲ καὶ τὴν ἰσχὺν αὐτῆς ἔφαγον μόνος ἄνευ τιμῆς, εἰ δὲ καὶ ψυχὴν κυρίου τῆς γῆς ἐκβαλὼν ἐλύπησα, 40ἀντὶ πυροῦ ἄρα ἐξέλθοι μοι κνίδη, ἀντὶ δὲ κριθῆς βάτος. Καὶ ἐπαύσατο Ιωβ ῥήμασιν.
Copyright information for LXX